Job 11

1Ὑπολαβὼν δὲ Σωφαρ Μιναῖος λέγει 2 τὰ πολλὰ λέγων καὶ ἀντακούσεται· καὶ εὔλαλος οἴεται εἶναι δίκαιος; εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. 3μὴ πολὺς ἐν ῥήμασιν γίνου, οὐ γάρ ἐστιν ἀντικρινόμενός σοι. 4μὴ γὰρ λέγε ὅτι Καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. 5ἀλλὰ πῶς ἂν κύριος λαλήσαι πρὸς σέ; καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σου 6εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας. 7 ἴχνος κυρίου εὑρήσεις εἰς τὰ ἔσχατα ἀφίκου, ἐποίησεν παντοκράτωρ; 8ὑψηλὸς οὐρανός, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας; 9 μακρότερα μέτρου γῆς εὔρους θαλάσσης; 10ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας; 11αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται. 12ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. 13εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν, 14εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. 15οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν, ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς· 16καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ· 17 δὲ εὐχή σου ὥσπερ ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή· 18πεποιθώς τε ἔσῃ ὅτι ἔστιν σοι ἐλπίς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. 19ἡσυχάσεις γάρ, καὶ οὐκ ἔσται πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται. 20σωτηρία δὲ αὐτοὺς ἀπολείψει· γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.
Copyright information for LXX